Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 10.72 Dem. 10.76 (English) >>Dem. 11.1

10.75πολλὰ τοίνυν ἔχων ἔτι καὶ περὶ πολλῶν εἰπεῖν παύσομαι· καὶ γὰρ οὐ λόγων ἐνδείᾳ μοι δοκεῖ τὰ πράγματʼ οὔτε νῦν οὔτʼ ἄλλοτε πώποτε φαύλως ἔχειν, ἀλλʼ ὅταν πάντʼ ἀκούσαντες ὑμεῖς τὰ δέοντα, καὶ ὁμογνώμονες ὡς ὀρθῶς λέγεται γενόμενοι, τῶν λυμαίνεσθαι καὶ διαστρέφειν ταῦτα βουλομένων ἐξ ἴσου κάθησθʼ ἀκροώμενοι, οὐκ ἀγνοοῦντες αὐτούς (ἴστε γὰρ εὐθὺς ἰδόντες ἀκριβῶς, τίς μισθοῦ λέγει καὶ τίς ὑπὲρ Φιλίππου πολιτεύεται, καὶ τίς ὡς ἀληθῶς ὑπὲρ τῶν βελτίστων), ἀλλʼ ἵνʼ αἰτιασάμενοι τούτους καὶ τὸ πρᾶγμʼ εἰς γέλωτα καὶ λοιδορίαν ἐμβαλόντες μηδὲν αὐτοὶ τῶν δεόντων ποιῆτε. 10.76ταῦτʼ ἐστὶ τἀληθῆ, μετὰ πάσης παρρησίας, ἁπλῶς εὐνοίᾳ τὰ βέλτιστʼ εἰρημένα, οὐ κολακείᾳ βλάβης καὶ ἀπάτης λόγος μεστός, ἀργύριον τῷ λέγοντι ποιήσων, τὰ δὲ πράγματα τῆς πόλεως τοῖς ἐχθροῖς ἐγχειριῶν. οὖν παυστέον τούτων τῶν ἐθῶν, μηδένʼ ἄλλον αἰτιατέον τοῦ πάντα φαύλως ἔχειν ὑμᾶς αὐτούς.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 10.72 Dem. 10.76 (English) >>Dem. 11.1

Powered by PhiloLogic